ΚΥΡΙΑΚΗ ΤΟΥ ΑΣΩΤΟΥ!!!

ΚΥΡΙΑΚΗ ΤΟΥ ΑΣΩΤΟΥ!!!
ΑΔΕΛΦΙΑ ΜΟΥ ΣΥΓΧΩΡΗΣΑΤΕ ΜΟΙ ΤΩ ΑΜΑΡΤΩΛΩ
ΚΑΙ ΑΣΩΤΩ!!!




================================================
Ἀγκάλας πατρικάς, διανοῖξαί μοι σπεῦσον, ἀσώτως τὸν ἐμόν, κατηνάλωσα βίον, εἰς πλοῦτον ἀδαπάνητον, ἀφορῶν τοῦ ἐλέους Σου. Νῦν πτωχεύουσαν, μὴ ὑπερίδῃς καρδίαν· σοὶ γὰρ Κύριε, ἐν κατανύξει κραυγάζω. Ἥμαρτον, σῶσόν με.
............................................................................................
Τῆς πατρικῆς δωρεὰς διασκορπίσας τὸν πλοῦτον, ἀλόγοις συνεβοσκόμην ὁ τάλας κτήνεσι, καὶ τῆς αὐτῶν ὀρεγόμενος τροφῆς ἐλίμωττον μὴ χορταζόμενος, ἀλλ' ὑποστρέψας πρὸς τὸν εὔσπλαγχνον Πατέρα, κραυγάζω σὺν δάκρυσι· Δέξαι με ὡς μίσθιον, προσπίπτοντα τῇ φιλανθρωπίᾳ σου, καὶ σῶσόν με.
...........................................................................................
Τοῦ Ἀσώτου τὴν φωνήν, ἐκμιμούμενος βοῶ· Ἥμαρτον Πάτερ, ὡς ἐκεῖνον οὖν κᾀμέ, ἐναγκάλισαι νυνί, καὶ μὴ ἀπώσῃ με.
............................................................................................
Τῆς πατρῴας, δόξης σου, ἀποσκιρτήσας ἀφρόνως, ἐν κακοῖς ἐσκόρπισα, ὅν μοι παρέδωκας πλοῦτον· ὅθεν σοι τὴν τοῦ Ἀσώτου, φωνὴν κραυγάζω· Ἥμαρτον ἐνώπιόν σου Πάτερ οἰκτίρμον, δέξαι με μετανοοῦντα, καὶ ποίησόν με, ὡς ἕνα τῶν μισθίων σου.
..........................................................................................
Δαπανήσας ἀσώτως, τῆς πατρικῆς οὐσίας τὸν πλοῦτον, καὶ καταναλώσας, ἔρημος γέγονα, ἐν τῇ χώρᾳ οἰκήσας, τῶν πονηρῶν πολιτῶν, καὶ μηκέτι φέρων τὸ μετὰ τούτων συνοικέσιον, ἐπιστρέψας βοῶ σοι τῷ οἰκτίρμονι Πατρί· Ἥμαρτον εἰς τὸν οὐρανόν, καὶ ἐνώπιόν σου, καὶ οὐκ εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου, ὁ Θεός, καὶ ἐλέησόν με.
..................................................................................
Πάτερ ἀγαθέ, ἐμακρύνθην ἀπὸ σοῦ μὴ ἐγκαταλίπῃς με, μηδὲ ἀχρεῖον δείξῃς τῆς βασιλείας σου· ὁ ἐχθρὸς ὁ παμπόνηρος ἐγύμνωσέ με, καὶ ᾖρέ μου τὸν πλοῦτον· τῆς ψυχῆς τὰ χαρίσματα ἀσώτως διεσκόρπισα, ἀναστὰς οὖν, ἐπιστρέψας πρὸς σὲ ἐκβοῶ· Ποίησόν με ὡς ἕνα τῶν μισθίων σου, ὁ δι' ἐμὲ ἐν Σταυρῷ τὰς ἀχράντους σου χεῖρας ἁπλώσας, ἵνα τοῦ δεινοῦ θηρὸς ἀφαρπάσῃς με, καὶ τὴν πρώτην καταστολὴν ἐπενδύσῃς με, ὡς μόνος πολυέλεος

Δημοσίευση σχολίου

0 Σχόλια