ΤΟΙΣ ΑΓΑΠΩΣΙ ΤΟΝ ΘΕΟΝ ΠΑΝΤΑ ΣΥΝΕΡΓΕΙ ΕΙΣ ΑΓΑΘΟΝ.( ΑΓΙΟΣ ΝΕΚΤΑΡΙΟΣ ).




 
Ὦ ἀγάπη ἀληθὴς καὶ βέβαια!
Ὦ ἀγάπη, τῆς θείας εἰκόνος ὁμοίωμα !
Ὦ ἀγάπη, τῆς ἐμῆς ψυχῆς γλυκυτάτη ἀπόλαυσις !
Ὦ ἀγάπη, τῆς ἐμῆς καρδίας θεῖον πλήρωμα!
Ὦ ἀγάπη, τῆς ἐμῆς ψυχικῆς ἰσχύος τὸ κραταίωμα !
Ὦ ἀγάπη, τῆς ἐμῆς διανοίας διηνεκὲς μελέτημα...
Ὦ ἀγάπη, καρδίας τῆς ἐμῆς πλήρωμα!
Ὦ ἀγάπη, γλυκύτατον τοῦ γλυκυτάτου Ἰησοῦ ὁμοίωμα.
Ὦ ἀγάπη, τῶν μαθητῶν τοῦ Κυρίου ἱερώτατον ἔμβλημα.
Ὦ ἀγάπη, τοῦ γλυκυτάτου Ἰησοῦ σύμβολον...
Τοις ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν...
Ἀγάπη δὲ ἐστὶν οὐ ψιλὰ ῥήματα, οὐδὲ προσρήσεις ἁπλῶς, ἀλλὰ προστασία καὶ δι᾿ ἔργων ἐπίδειξις·
οἶον τὸ πενίαν λύειν, τὸ νοσοῦντι συναμύνειν, τὸ κινδύνων ἁπαλλάττειν,
τὸ ἐν περιστάσεσιν οὔσι παρίστασθαι,
τὸ κλαίειν μετὰ κλαιόντων,
τὸ χαίρειν μετὰ χαιρόντων.

Ἁγίου Νεκταρίου
( ΤΟ ΓΝΩΘΙ ΣΑΥΤΟΝ )


Δημοσίευση σχολίου

0 Σχόλια